Ancient Greek
7.5 to 7.6
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 7.5-6
Not analysed yet
τούτου τὴν ἐν ῥητορικοῖς λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβὼν, εἶθ’ ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ’ ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἐώρα τιθέμενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκίζεσθαι προστάττει βασάνοις. καὶ δὴ ταῖς κατὰ τῶν πλευρῶν αὐτοῦ δι’ ἐπιμόνων καὶ φιλονείκων ξυστήρων ὁ θηριωδέστατος μονονουχὶ ἐμφορηθεὶς, αἰσχύνην γε μὴν ἐπὶ πᾶσι καταχεάμενος, τοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ αὐτὸν ὁμολογηταῖς καταλέγει.