Ancient Greek
Chapter 7
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 7.7
Not analysed yet
ἐπὶ δὲ τῇ κατὰ τῶν ἁγίων ὠμότητι ὁποίας ἀμοιβῆς παρὰ τῇ θείᾳ δίκῃ τεύξεται, τοσαῦτα κατὰ τῶν Χριστοῦ μαρτύρων ἐμπαροινήσας, διαγνῶναι ῥᾴδιον ἐκ τῶν τῇδε προοιμίων, δι’ ὧν εὐθὺς καὶ οὐκ εἰς μακρὸν τοῖς κατὰ τοῦ Παμφίλου τετολμημένοις αὐτὸν ἔτι τῆς ἡγεμονίας ἐχόμενον ἡ θεία μετῆλθεν δίκη, ἀθρόως οὕτως τὸν χθὲς ἄνω που ἐφ’ ὑψηλοῦ βήματος δικάζοντα, καὶ πρὸς τοῦ στρατιωτικοῦ δορυφορούμενον στίφους. ὅλου τε τοῦ στρατιωτικοῦ ἔθνους ἐπάρχοντα, ὁμοδίαιτόν τε οἷα φίλτατον καὶ ὁμοτράπεζον αὐτῷ τῷ τυράννῳ καθεστῶτα, διὰ μιᾶς γυμνώσασα νυκτὸς, καὶ τῶν τοσούτων ἀξιωμάτων ἔρημον καταστήσασα, ἀτιμίαν τε καὶ αἰσχύνην ἐπὶ τῶν πρότερον ὡσὰν ἄρχοντα αὐτὸν τεθηπότων καταχέασα, δειλόν τε καὶ ἄνανδρον, γυναικώδεις τε προι· έμενον φωνὰς καὶ ἱκεσίας ὅλω τῷ ἔθνει, οὗ δὴ καὶ ἦρχεν, αὐτόν τε τὸν Μαξιμῖνον, ἐφ’ ᾧ τὸ πρὶν γαυριῶν ἐφρυάττετο, ὡσὰν διαφερόντως αὐτὸν τῶν δρωμένων αὐτῷ καθ᾿ ἡμῶν ἕνεκα στέργοντι, δικαστὴν ἀπηνῆ καὶ ὠμότατον ἐπ᾿ αὐτῆς τῆς Καισαρείας καταστήσασα, ὡς καὶ τὴν ἐπὶ θανάτῳ κατ᾿ αὐτοῦ ψῆφον ἐξενεγκεῖν, μετὰ πολλὴν τὴν ἐφ᾿ οἷς ἐξηλέγχετο ἀτοπήμασιν αἰσχύνην.