Ancient Greek
8.2 to 8.5
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 8.2-5
Not analysed yet
οὐ τούτους δὲ ἄρα μόνον τὰ τηλικαῦτα παθόντας ἤρκει παραλαβεῖν ὀφθαλμοῖς, ἀλλὰ καὶ Παλαιστινῶν τοὺς ἐπὶ πυγμῇ εἰς μονομαχίας κατακεκρίσθαι μικρῷ πρόσθεν δεδηλω- μένους, ἐπεὶ μήτε τὰς ἐκ τοῦ βασιλικοῦ ταμιείου τροφὰς μήτε μὴν τὰς ἐπιτηδείους τῇ πυγμῇ μελέτας ὑπέμενον. ἤδη δὲ οὐκ ἐπιτρόποις αὐτὸ μόνον οἱ δηλούμενοι, ἀλλὰ καὶ αὐτῷ Μαξιμίνῳ τούτου γε ἕνεκεν παραστάντες γενναιοτάτην ἔνστασιν ὁμολογίας διὰ λιμοῦ καρτερίας καὶ μαστίγων ὑπομονῆς ἐνδειξάμενοι, τὰ ὅμοια τοῖς δηλωθεῖσι πεπόνθασι, μεθ’ ἑτέρων προστεθέντων αὐτοῖς ὁμολογητῶν αὐτῆς τῆς Καισαρείας. ὧν κατὰ πόδας ἐπὶ τῇ τῶν θείων ἀναγνωσμάτων συγκροτήσει κατὰ τὴν Γαζαίων πόλιν ἁλόντες ἕτεροι, οἱ μὲν τὰς αὐτὰς τούτοις ὑπέμειναν κατά τε τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν πάθας, οἱ δὲ καὶ ἔτι μείζους, φοβερωτάτων κατὰ τῶν πλευρῶν ἐπειράθησαν βασάνων. ἐξ ὧν μία τις, τὸ μὲν σῶμα γυνὴ, τὸν δὲ λογισμὸν ἄρρην, πορνείας ἀπειλὴν μὴ ἐνεγκοῦσα, εἰποῦσά τι ῥῆμα κατὰ τοῦ τυράννου, ὡσὰν οὕτως ὠμοῖς δικασταῖς τὴν ἀρχὴν ἐπιτετραφότος, πρῶτον μὲν μαστίζεται, εἶτα δὲ μετέωρος ἐπὶ τοῦ ξύλου γενομένη τὰς πλευρὰς αἰκίζεται.