Ancient Greek
Chapter 8
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 8.6
Not analysed yet
ὡς δ’ ἐπιμόνως καὶ σφοδρῶς ἐκ προστάξεως τοῦ δικαστοῦ τὰς βασάνους ἐπῆγον οἶ ταύτῃ τεταγμένοι, ὑπὲρ τοὺς παρ’ Ἕλλησιν ἐκείνους μαχητὰς ἐπ’ ἐλευθερίᾳ τεθρυλημένους, μὴ βαστάσασα τὸ ἀνηλεὲς καὶ ὠμὸν καὶ ἀπάνθρωπον τῶν πραττομένων, ἄλλη τις ὁμοίως τῇ προτέρᾳ τὸν τῆς παρθενίας ἐπανῃρημένη σκοπὸν, τὸ μὲν σῶμα πάνυ γε τὸ δοκεῖν εὐτελὴς καὶ τὴν ὄψιν εὐκαταφρόνητος, ῥωμαλέα δὲ ἄλλως τὴν ψυχὴν καὶ μείζονα τοῦ σώματος τὸν λογισμὸν ἐνεστερνισμένη “καὶ μέχρι τίνος”, ἐκ μέσου τοῦ ὄχλου, ‟τὴν ἐμὴν ὠμῶς οὕτως βασανίζεις ἀδελφήν”; ἀνέκραγε πρὸς τὸν δικαστήν· ὁ δὲ πικρότερον ὑποκινηθεὶς αὐτίκα συλληφθῆναι κελεύει τὴν ἄνθρωπον.