Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 4.11
Not analysed yet
νυχθήμερον δὲ ἐνταῦθα παραταθεὶς ἐπὶ τοῦ κολαστηρίου ξύλου τοὺς πόδας τῇ ὑστεραίᾳ παρίσταται τοῖς δικαστηρίοις. ἔνθα ὁ γενναῖος τοῦ ἔθνους ἡγούμενος Οὐρβανὸς ἐπίδειξιν ὥσπερ τινὸς ἀγαθοῦ τῆς οἰκείας ὠμότητος ποιούμενος, πᾶν εἶδος κολαστηρίων ἐπήγαγεν κατὰ τοῦ μάρτυρος, τὰς πλευρὰς ἄχρις ὀστέων καὶ σπλάγχνων αὐτῶν (καταξαίνειν παρακελευόμενος [δὲ] πληγάς <τε> κατὰ προσώπου καὶ αὐχένος αὐτῷ τοσαύτας ἐπιθεῖναι, ὡς μηκέθ', ὅστις εἴη, τὸ πρόσωπον ἀφανισθέντα, γινώσκεσθαι.