Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 4.12
Not analysed yet
ὁ μὲν δῆτα θεοῦ μάρτυς, οἷά τις ἀδάμας, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ῥωσθεὶς ἔτι μᾶλλον θείας δυνάμεως ἐμπνεούσης, πολλὰ τοῦ δικαστοῦ πυνθανομένου <οὐδὲν> πλεῖον ἢ Χριστιανὸν ἑαυτὸν ὡμολόγει εἶναι, εἶτα ἐρωτώμενος ὅστις εἴη καὶ πόθεν, ποῖ τε εἴη μένων, οὐδὲν ἕτερον ἢ Χριστοῦ δοῦλον ἑαυτὸν ὡμολόγει· ὃ δὲ εἰς μανίαν ἤδη χωρῶν καὶ κινούμενος ἐπὶ τῇ τοῦ μάρτυρος ἀνικήτῳ φωνῇ, λίνοις ἐλαίῳ δευθεῖσιν τοὺς πόδας περιπλέξαντας αὐτοῦ πῦρ ὑφάψαι προστάττει. ὡς δὲ οἱ βασανισταὶ τὸ προσταχθὲν ἐτέλουν, ἀνήρτητο δὲ ὑψηλῶς ὁ μάρτυς, φοβερὸν [δὲ] θέαμα τοῖς ὁρῶσιν ἦν, οὕτω μὲν τὰς πλευρὰς διερρωγώς, οὕτω δὲ διωγκηκὼς καὶ τοῦ προσώπου τὴν μορφὴν ἠλλοιωμένος, πολλῷ τε τῷ πυρὶ τοὺς πόδας ἐπὶ μακρὸν καιόμενος χρόνον, <ὡς> διαρρεῖν μὲν τηκομένας κηροῦ δίκην τὰς σάρκας, τῶν δὲ ὀστέων <καθάπερ ξηρῶν καλάμων> εἴσω διικνεῖσθαι τὸ πῦρ.