Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 4.5
Not analysed yet
ἀλλὰ γὰρ μετὰ τὴν αὐτάρκη παίδευσιν ἐπανῄει μὲν ἀπὸ τῆς Βηρυτοῦ ἐπὶ τὴν τοῦ πατρὸς ἑστίαν· ἐπειδὴ δὲ μὴ οἷός τε <ἦν> συνεῖναι τοῖς τῷ γένει προσήκουσιν διὰ τὸ τῶν τρόπων ἀνόμοιον, λαθὼν τοὺς οἰκείους τῆς αὐτόθι διατριβῆς ἀπαλλάττεται, καθόλου μηδὲν τῶν ἐφημέρων <δαπανῶν> φροντίζων. <παρ>εγένετο γοῦν γνησίᾳ καὶ ὁλοκλήρῳ τῇ πίστει, θεοῦ δυνάμει ὁδηγούμενος, ἐπὶ τήνδε τὴν ἡμετέραν πόλιν, ἔνθα αὐτῷ παρεσκεύαστο ὁ πολυτίμητος τοῦ μαρτυρίου στέφανος.