Ancient Greek
4.6 to 4.7
Eusebius Scr. Eccl. et Theol., De martyribus Palaestinae (recensio prolixior) 4.6-7
Not analysed yet
συγγενόμενος δὲ ἡμῖν αὐτοῖς καὶ τοῖς θείοις συγκροτηθεὶς μαθήμασιν λόγοις τε ἱεροῖς ὑπὸ Παμφίλῳ τῷ μεγάλῳ μάρτυρι συνασκηθείς, ἕξιν εἰς ἀρετὴν οὐ τὴν τυχοῦσαν συνελέξατο· δι' ὅπερ τὴν τοῦ μαρτυρίου τελείωσιν ἐντεῦθεν παρασκευασάμενος τέλος ὁποῖον ἐπιδέδεικται [δείξει προιὼν ὁ λόγος], τίς μὲν ἰδὼν οὐ κατεπλάγη, τίς δὲ ἀκοῇ παραλαβὼν οὐκ ἐθαύμασεν τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, τὴν ἐγκράτειαν, τὰς πρὸς τὸν δικαστὴν φωνάς, τὰς ἀποκρίσεις, τὴν φρόνησιν καὶ πρό γε τούτων ἁπάντων τὴν τόλμαν αὐτὴν καὶ τὸ ἐπιχείρημα ζήλου πνέον ἐνθέου καὶ ἐρρωμένης τῆς πρὸς τὸν παμβασιλέα θεὸν εὐσεβείας;