Ancient Greek
Section 5
Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali 5
Not analysed yet
Ταύτῃ πη τῶν παρὰ Μωϋσεῖ προφητικῶν συμβόλων εἰς ἔργα σεμνοτέροις τοῖς ἀποτελέσμασι χωρούντων, αὐτοί γε μὴν τὴν ἑορτὴν φαιδροτέραν ἄγειν παρειλήφαμεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερμένοι, καὶ τῆς αὐτοῦ βασιλείας ἀπολαύοντες. Διὸ οὐκέτι πονεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούμεθα, τῆς δ' ἐλπιζομένης ἐν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέρειν διδασκόμεθα· ὅθεν οὐδ' ἐν ταῖς εὐχαῖς γόνυ κλίνομεν, οὐδ' ἀσιτίαις καταπονούμεθα· τοὺς γὰρ τῆς κατὰ Θεὸν ἀναστάσεως ἠξιωμένους οὐκέτ' αὖθις οἷόν τε ἐπὶ γῆς πίπτειν· οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερωμένους τὰ ἴσα πάσχειν τοῖς καταδεδουλωμένοις. Διὸ μετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ἐν ἑβδομάσιν ἑπτὰ τελείαις ἑορτάζομεν, τὸν μὲν πρότερον αἰῶνα τῆς πρὸ τοῦ Πάσχα τεσσαρακονθημέρου συνασκήσεως ἐν ἓξ ἑβδομάσιν ἀνδρισάμενοι· πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ ἐνεργητική· διὸ καὶ ἐν ἓξ ἡμέραις ὁ Θεὸς πεποιηκέναι λέγεται τὰ σύμπαντα. Τοὺς δ' ἐν ἐκείνῃ πόνους εἰκότως ἡ δευτέρα ἑορτὴ ἐν ἑβδομάσιν ἑπτὰ διαδέξεται, πολυπλασιαζομένης ἡμῖν τῆς ἀναπαύσεως, ἧς τὰ σύμβολα ἡ ἑβδομὰς σημαίνειν θέλει. Οὐ μὴν ἐπὶ ταύτας ὁ τῆς Πεντηκοστῆς ἀριθμὸς ἵσταται· ὑπερακοντίσας δὲ τὰς ἑπτὰ ἑβδομάδας, μονάδι τῇ μετὰ ταύτας ὑστάτῃ τὴν πανέορτον ἡμέραν τῆς Χριστοῦ ἀναλήψεως ἐπισφραγίζεται. Εἰκότως ἄρα ἐν ταῖς τῆς ἁγίας Πεντηκοστῆς ἡμέραις τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφοντες, τὰς ψυχὰς γαννύμεθα, καὶ τὸ σῶμα διαναπαύομεν, ὡς ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυμφίῳ, καὶ νηστεύειν μὴ δυνάμενοι.