Ancient Greek · ~2 min
Fragment 15
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 15
Not analysed yet
αὐτίκα γὰρ Σαμαρεῖται Δοσίθεον μετὰ τοὰς χρόνους τοῦ σωτῆρος γενόμενον αὐτὸν εἶναι τὸν ὑπὸ Μωσέως προφητευόμενον προφήτην ἐπείσθησαν, ἀπατηθέντες ὑπ’αὐτοῦ ὡς τὸν Χριστὸν αὐτὸν εἶναι ἀποφήνασθαι. ἄλλοι δὲ πάλιν κατὰ τοὺς χρόνους τῶν ἀποστόλων Σίμωνα τὸν μάγον τὴν μεγάλην τοῦ θεοῦ δύναμιν ἐκαλουν, αὐτὸν εἶναι νομίσαντες τὸν Χριστόν. καὶ κατὰ τὴν Φρυγίαν δὲ Μοντανὸν ἕτεροι, ἀλλαχοῦ δὲ πάλιν ἑτέρους ἄλλοι νενομίασιν, καὶ οὐ παύσονταί γε οἱ ἀπατεῶνες. προπσδοκᾶν γὰρ χρὴ καὶ πλείους τοιούτους ἔδεσθαι, ἐξ ὧν δὴ καὶ αὐτῶν ἡ ἀλήθεια τῶν σωτηρίων προγνώσεων τὴν μαρτυρίαν εἴληφεν.