Ancient Greek
Fragment 17
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 17
Not analysed yet
εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς ὁ σκοπὸς ἦν καὶ λόγοις ψευδέσι Σ τὸν διδάσκαλον ἐπαίρειν καὶ θαύμασι κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖ καθ’ ἑαυτῶν τὰ προειρημένα κατέγραφον οὐδ’ ἄν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ὁ πρὸς αὐτῶν πρεσβευόμενος ἐλυπεῖτο καὶ ἠδημόνει καὶ τετάρακτο φυχήν, ἤ ὁτι αὐτοῖ αὐτὸν ἀπολιπόντες ᾤχοντο ἤ ὅτι ὁ πάντων αὐτῶν προκεδριμένος ἀπόστολός τε και μαθητὴς αυτὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο.