Ancient Greek · ~69 min
Fragment 3
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 3.1
Not analysed yet
ἀλλ᾿ ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὰν ἐκτείνοιτο ἐπὶ πάν. τὰ τά μεγαλουργήματα αὐτοῦ, ὑπ’ ὄψεσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, ὃν δὴ ὑποοτῆναι ὁ ἑρμηνεὺς τὸ τοῦ θείου λόγου περίβλημα τὸ ἀποκαλυφθὲν ἄγαλμα παρὰ τοῖς πᾶσιν ἀνωμολόγηται. καὶ αὐτὸς δὲ ὁ βοώμενος θάνατος πολλοῦ μετέχει τοῦ θαύματος, οὐ κοινὸς τοῖς ἀνθρώποις γεγενημένος. οὐ γὰρ νόσῳ διαφθαρεὶς οὐδὲ βρόκῳ οὐδὲ πυρὶ οὐδὲ μὴν κατ’ αὐτὸ τὸ τοῦ οταυροῦ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ, οὐδ’ ὅλως πρός τινος ἀνθρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βιαίαν ὑπέμεινε τελευτήν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τὸ αὐτοῦ ὄργανον τοῖς ἐπιβου- λεύουσι, τὸ μὲν ἀπὸ γῆς ἀνωρθοῦτο αὐτίκα, ὁ δὲ φωνήσας μέγα καὶ τῷ πατρὶ τὸ πνεῦμα παρατίθεσθαι εἰπὼν ἄφετος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. διὸ δὴ πρὸ τοῦ θανάτου τοῖς αὐτοῦ γνωρίμοις τοῦτο αὐτὸ παρεδίδου διδάσκων καὶ λέγων· οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεἷναι αὐτὴν καὶ πάλιν ἐξουσίαν εἴω λαβεῖν αὐτήν. «καὶ πάλιν· »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκονσί με τὰ ἐμὰ« καὶ »τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων«. τὴν δὲ τοῦ θανάτου αἰτίαν ἐν βραχέσι παρίοτησι λέγων· »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐάν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«. τεκμήρια γοῦν τοιαῦτα παρέχων ἐπὶ τοῦ θανάτου, ἄφετος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προὅηκούοῃ παραδοθέντος ταφῇ. τριταῖος αὖθις ἀπελάμβανε τοῦτο αὐτὸς ὁ πρὶν ἀναχωρήσας ἑκών. καὶ πάλιν αὐτὸς ἑαυτὸν ἔνόαρκον, ἔνσωμον αὐτὸν ἐκεῖνον ὄιος καὶ τὸ πρῶτον ἦν τοῖς οἰκείοις μαθηταῖς δείκνυσιν, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν καὶ καὶ ἄνοδον στειλάμενος, οἶς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν. τί δὴ οὖν ἐπὶ τούτοις λείπεται ἢ αὐτὸ δὴ τὸ τοῦ παντὸς κεφάλαιον ὁποίαν ἔκιχεν αἰτίαν ἐξειπεῖν, λέγω δὴ τὸ πὸ πολυθρύλλητον τοῦ βίου τέλος καὶ τοῦ πάθους τὸν τρόπον καὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. μετὰ δὲ τὴν τούτων θεωρίαν πάλιν εἰς τὰς ἀποδείξεις παριόντες αὐτὰς δι’ ἐναργῶν πιστωσόμεθα μαρτυριῶν. ὀργάνῳ μὲν οὑν θνητῷ δι’ ἃς προείπομεν αἰτίας οἶα δὴ ἀγάλματι θεοπρεπεῖ κεχρημένος τούτῳ τε αὐτῷ οἴα μέγας βασιλέ’ ὗς δι’ ἑρμηνέως τὸν ἀνθρώπειον διεξελθὼν βίον, πάντ’ ἐπαξίως θεικῆς δυνάμεως διεπράξατο. εἰ μὲν οὖν ἄλλως πὼς μετὰ τὰς ἐν ἀνθρώποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας λάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπουδάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι’ ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συνάψας, φάσματι ἂν ἐῴκει τοῖς πᾶσι καὶ οὔτ’ ἂν αὐτὸς αὑτῶ τὰ πρέποντα διεπράξατο, ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις, φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδιδοὺς ἑρμηνέα, οὔτ’ ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συπλοκῆς πλοκῆς τέλους ἠξιοῦτο, οὔτ’ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρχε χωρήσας, οὐτ’ ἂν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν, οὔτ’ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ’ ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύ- σεως οὔτ’ ἂν καθ’ ὅλης τῆς ἀνὅρώπων οἰκουμένης ἠκούσθη, οὔτ’ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὐτ’ ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ τὴν ἐλπίδα τοῖς τὴν καλίαν μετιοῦσι παρεστήσατο, οὐτ’ ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύν παρεῖχε τὰ ἀποτελέσματα, οὐτ’ ἂν τὸν ὕστατον ἁπάντων ἀγῶνα διήθλησεν. οὕτος δ' ἢν ὁ κατὰ τοῦ θανάτου. διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ θνη- τὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγῳ διηκονήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος ᾠκονομεῖτο. δυοῖν γὰρ λειπομένων τῷ τέλει. ἤ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πὰν καὶ τοῦ παντὸς δράματος αἰσχίστην ποιήσασθαι τὴν καταστροφήν, ἢ θανάτου κρείττονα ἑαυτὸν φῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν ἀνοίκειο ἦν τῆς ἐπαγγελίας. οὐ γὰρ δὴ πυρὸς οἰκεῖον τὸ ψύχειν οὐδὲ φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ζωῆς τὸ θανατοῦν οὐδὲ τοῦ θεοῦ λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν εἶχε λόγον τὸν ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότητος αὐ- τοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανασίαν προμνώμενον; οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἢν, λέγω δὲ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι. πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ διαδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρύφιον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωόθὲν οὐδένα ἂν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς πάντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ’ ἐπ’ ὄψεοιν ἀνθρώπων, οὐ φεύγει μὲν τὸν θάνατον· ἦν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θάνατόν συμπλοκῆς οἱα πρὸς ἀνταγωνιστὴν τὸ θνητὸν ἀθάνατον παρίστη, ὑ̓οτατον ἀγῶνα τοῦτον ὑπὲρ τῆς ὰπάντων σωτηρίας καὶ ἀθαναοίας ἀναδεδεγμένος. μένος. ὁ μὲν γὰρ πρῶτος αὐτῷ κατὰ δαιμόνων ἐνηργεῖτο ἐπὶ καθαιρέσει τῆς πολυθέου πλάνης . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἐκεὶ δὲ ὁ πρὸς τούσδε τέλος εἶχεν ἀγών, ἀνελθὼν λοιπὸν ὁ πάντων πινίκιος σωτὴρ τοι ἐν ἀνθρώποις βίῳ ἐπεδήμησεν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ὁ δὲ δεύτερος ἐπὶ λύσει τῆς τοῦ θανάτου καταδυναστείας ἐγίνετο. ἔδει γὰρ τὸ τῆς ἀθέου καὶ δαιμονικῆς πλάνης κρεῖττον καὶ τῷ θεῷ λόγῳ ἀκόλουθον καὶ τοῦ ἑαυτοῦ ἔργου ἀξίαν τιμὴν τὴν δὴ κατὰ τοῦ θανάτου νίκην ἀπολαβεῖν. οἱ μὲν τὰρ κατ’ αὐτοῦ συνηγμένοι δαίμονες ὅ τε τούτων ἐξάρχων ὁμοῦ τοῖς ἀμφ’ ὑπὲρ γῆς συμπεριπολοῦσι πνεύμασι τοῖς ὄψεσι θνητῶν ἀοράτοις τὰ νῶτα κατὰ τὴν πρώτην αὐτῷ συμβολὴν παραχωρήσαντες, τὸν δεύτερον ἆθλον ἐσκόπουν, τοῦ βίου λοιπὸν τὴν ὑστάτην καταστροφὴν ἐκδεχόμενοι καὶ τὴν τοῦ θνητοῦ τελευτὴν ὁμοίαν ἔσεσθαι ἴασιν ἀνθρώποις καραδοκοῦντες. οὐ γὰρ ἂν πώποτε θνητῶν φύσιν θανάτου κρείττονα γενέσθαι προσεδόκησαν, τὸν δὲ θάνατον εἶναι κοινὸν σιλέα ἀπάντων τῶν ἅπαξ θνητῆς γενέσεως πεπειραμένων. ἀλλ’ οἱ μὲν ἐνόμιζον πάντων αὐτὸν εἶναι δεινότατον, ὂν φύγοι καὶ ἀναχωρήσειεν ἂν οὐδείς, ὁ δὲ μετὰ τὰ πρῶτα κατὰ δαιμόνων τρόπαια ἤδη καὶ κατὰ τοῦ θανάτου παρετάττετο. ὥσπερ δὲ δἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς τῇ φύσει κρεῖττον δεῖξαί τι σκεῦος ἤθελεν, οὐκ ἄλλως ἂν τὸ θαῦμα παρεστήσατο ἢ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα σῶον αὐτὸ καὶ ἀδιόφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταὐτὰ δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ὧ πρὸς ἀνθρώπων ἐκέχρητο σωτη- ρίαν, κρεῖττον θανάτου φῆναι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὖ μάλα χρησίμην ὑπῄει τὴν οἰκονο- μίαν, τὸ σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδοὺς εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ’ οὐκ εἰς μακρὰν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δι᾿ ἡς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ ζωὴν ἀίδιον ἔφαινεν. ἡ μὲν οὖν πρώτη αἰτία ἦν αὕτη, δευτέρα δὲ ἡ τῆς ἐν τῷ σώματι κατοιχησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἀληθῶς καὶ κοινὸν τέλος ὑποδεδεγμένους μένους ἐθείαζον ἄνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημένους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν, καὶ διδάσκων μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον. τρίτη δ' ἂν εἴη αἰτία τοῦ σωτηρίου θανάτου ἣν ἀπόρρητοι λόγοι περιέχουσιν. τίνες οὖτοι; ἱερεῖον ἠν ἀντίψυχον τοῦ κοινοῦ γένους παραδιδόμενον τώ, θανάτῳ, ἱερεῖον ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων ἀγέλης σφαγιαζόμενον, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. ἱερείου δῆτα ἕνος καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὁμοίως προβάτῳ ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφα- γιασθέντος καὶ πάντων ἐθνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχὅέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη. τὸ μὲν οὑν σωτήριον ἐξ ἀνθρώπων θῦμα, αὐτὸ δὴ τὸ τοῦ θείου λόγου σωματικὸν ὄργανον ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο καὶ τοῦτο δ’ ἢν τὸ δι’ ἀνθρώπων διαβολῆς τῷ θανάτῳ παραβεβλημένον σφάγιον, οὑ πέρι λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέγουσαι· »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,« τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· »ὡς πρό βᾶτ’ ὂν ἐπὶ σφαγὴν ἤχθη, καὶ ὼς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος« καὶ τό γε διδάσκουσιν ἐπιλέγουσαι· »οὑτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. καὶ κύριος παρέ- δωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. «τὸ μὲν οὖν σωματικὸν τοῦ θείου λόγου ὄργανον διὰ ταύτας καθιεροῦτο τὰς αἰτίας, ὁ δὲ μέγας ἀρχιερεὺς ὁ τῴ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερώμενος, ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος καὶ »θεοῦ δύναμις καὶ θεοῦ σοφία«, οὐκ εἰς μακρὰν τὸ θνητὸν ἀνεκαλεῖτο τοῦ θανάτου καὶ τοῦτο τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν ζωῆς ἐνθέου καὶ ἀθα- ναοίας μέτοχον παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καἰ κατὰ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀν- θρωπο θυσιῶν ἀπο||τρόπαιον τρόπαιον τοῦτο ὑπὲρ ἁπάντων ὅθεν ἐπετέθη αὐτῷ καὶ ἧ τῷ παρὰ τοῖς Ἑβραίοις ἲς ἀρχιερεῖ συσχηματιζο- μένη τοῦ Χριστοῦ προσηγορία. δύο γοῦν ἔλαβεν ὀνόματα, ὧν τὸ μὲν τοῦ σωτηρίου σωτηρίου θύματος σημαίνει τὸ τοῦ Ἰησοῦ ὄνομα, τὸ δὲ τοῦ ἀρχιερέως τοῦ ὑπὲρ πάντων ἡμῶν ἱερωμένου θεοῦ λόγου κατὰ τὸ τῶν Ἑβραίων ἔθος δηλοῖ τὸ τοῦ Χριστοῦ . πρὸς τοῖς εἰρημένοις καὶ ἄλλη τις γένοιτ’ ἂν τοῦ σωτηρίου θα- νάτου μεγίστη αἰτία ἡ λεχθησομένη. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῶς παλιγγενεσίαν, ἐφ’ ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, δι’ ἣν καὶ προὔτρεπεν αὐτοὺς ἔχεσθαι τοῦ τῆς θεοσεβείας ζυγοῦ, εἰ- κότως τοῦτο ὁρᾶν αὐτοῖς ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγ- καιότατον μάθημα δι’ ἐναργοῦς ὄψεως παραλαβεῖν καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὔπω κηρύττειν καὶ τὴν ὑπ’ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι προβληθεῖσαν διδασκαλίαν τε καὶ] θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους. οὓς δὴ πεῖσμα μέγιστον λαβεῖν ἐχρῆν τῆς μετὰ τὸν θάνατον ζωῆς, ὡς ἂν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θανάτου καταφρονεῖν μελετή- σαντες, οὐκ ἂν πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγ- καίως ὁπλίζων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥημα- τίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα οὐδὲ λόγοις ὁμοίως ἀνθρώ- ποις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων ουντάττων, αὐτῶ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια. ἢν μὲν γὰρ πάλαι πρότερον φοβερὸς τοῖς πᾶσιν ὁ τοῦ θνητοῦ γένους ὀλετὴρ θάνατος καὶ λύσις ἐνομίζετο τῆς ὅλης ἀνθρώπου φύσεως ψυχῆς ὁμοῦ καὶ σώματος ἡ τούτου δυναστεία, οὐδέ τις ἦν τῶν αἰῶνος οἰός τε τουτὶ τὸ φόβητρον ἐξ ἀνθρώπων ἀνελεῖν, πάντες δ' ἐπτήχεσαν φόβῳ μικροὶ καὶ μεγάλοι ἄρχοντές τε καὶ δοῦλοι βασιλεῖς ὁμοῦ καὶ δῆμοι πλήθη τε πάντων ἐθνῶν καὶ φῦλα τὸν θάνατον, οὐκ ἦν τε τοῦ κακοῦ παραμύθιον ἀνθρώποις οὐ λόγος οὐ τρόπος οὐ βίος οὐ σοφῶν λογισμὸς οὐ παλαιῶν συγγράμματα οὐ προφητῶν θεσπίσματα οὐκ ἀγγέλων ἐπιφάνειαι· πάντων δὲ κρείττων ὢν καὶ τὴν κατὰ πάντων νίκην ἐπεῖχεν ὁ θάνατος ὑψηλός μεγάλαυχος, ὑπερήφανος, ᾧ δὴ καταδεδουλωμένον τὸ θνητὸν γένος παντοίαις ἐκαλινδεῖτο παρανομίαις, μιαιφονίαις, ἀθεμιτουργίαις, δυσσεβείαις, πολυπλόκῳ πλάνῃ· τούτων γὰρ ἢν ἁπάντων θάνατος αἴτιος. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον καὶ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν βίον ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν νοερᾶς οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινώ, προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, θεὸν πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς τροφή, θεὸς τὸ εἰς γῆν σπέρμα, θεὸς ἡ τούτου βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν Διονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα. τοίτων δ’ ἦν ἁπάντων θάνατος αἴτιος, τέλος γὰρ καὶ συντέλειαν τοῦ παντὸς λύσιν τε καὶ διαφθορὰν τῶν ὁμοῦ καὶ τῶν σωμάτων θάνατον καὶ μὴ ἑτέραν ἧ τὴν τοῦ σώματος καὶ τῆς σαρ- κὸς ζωὴν εἶναι νομίσαντες, βίον πάσης τῶν ἀλόγων ζώων φύσεως χείρονα διῆγον. οὓς δὴ κατελεήσας ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, τῷ τοῦ φιλανθρώπου πατρὸς νεύματι ἐπὶ τὴν ἄμυναν ἔσπευσεν, εἶθ’ οἶα βασιλεὺς φιλανθρωπότατος τὸν κατὰ τοῦ θανάτου ἔλεγχον δι’ ἀνθρώπου φύσεως ἐμηχανᾶτο, ζωὴ μὲν αὐτὸς τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις, ἀλλ’ οὐ δίχα τοῦ βοηθουμένου τὸ τῶν ἀνθρώπων φόβητρον διελέγξαι κρίνας. διὸ δὴ ὅπλῳ χρηοάμενος ἀνθρωπείῳ καὶ θνητῷ σώματι ὁ ἀσώματος, τὸν θάνατον διὰ τοῦ θνητοῦ κατηγωνίσατο. ἔνθεν αὐτὸ τὸ πρῶτον τοῦ σώματος μυστήριον κατεσκευάζετο, ἔνθεν τὸ τοῦ σταυροῦ -τρόπαιον, ἔνθεν ἧ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς μνήμη ἀνάμνησις αὐτοῦ ἐχρημάτιζεν. θνητῷ γὰρ ὅπλῳ κεχρημένος καὶ μέγα θαῦμα τοῖς πᾶσιν ἄπο δείξας, τρόπαιον ἀθανασίας κατὰ τοῦ θανάτου διὰ τοῦ θνητοῦ ὅπλου ἔστησεν. ἠφίει μὲν γὰρ τὸ θνητὸν εἰς βορὰν τῷ θηρίῳ, τὸ δ' αὐτίκα τῷ ἰκρίῳ προσηλοῦτο ἀνασταυρούμενον, ὡς ἂν τοῖς πᾶσιν ἡ τοῦ θνητοῦ γνωρισθείη φύοις μηδέ τινα λάθοι τὸ πραττόμενον μὴ ἀνθρώπων μὴ δαιμόνων μὴ δυνάμεων κρειττόνων. ἐχρῆν γὰρ πάντας ἀκριβῶς θνητὸν ἰδεῖν ὡς ἐν μεγίστῳ θεάτρῳ τὴν οἰκείαν ὁμολογοῦν φύσιν, ἱν ἑξῆς ἐπελθὼν ὁ θάνατος οἶα θὴρ δεινός, οἶός τις ποτ’ ἦν, ἑαυτὸν ἐλέγξῃ κἄπειτα τῆς ζωῆς ἡ δύναμις μετὰ θάνατον ἐπελθοῦσα τοῖς πᾶσιν αὖθις τὴν κατὰ τοῦ θανάτου παραστήσηται νίκην, τὸ θνητὸν ἀθάνατον ἀποδείξασα. ἠφίει τοίνυν πρὸς βραχὺ τὸ σῶμα ἡ τοῦτο διακρατοῦσα τοῦ θεοῦ λόγου δύναμις, τὸ δ’ ἀνηρτημένον ἐπὶ τοῦ ξύλου παραχρῆμα νεκρὸν ἠν, ἦν, ἀλλ’ οὐχ ὁ λόγος ὁ τῶν ἀπάντων ζωοποιὀς τὸ νεκρούμενον ἢν, τὸ δὲ θνητὸν τὴν οἰκείαν ὡμολόγει φύσιν. κἄπειτα τὸ νεκρὸν τὸ νῦν δὴ τῷ θανάτω κρατούμενον ὑπὸ τῶν ἀνθρώπων καθαιρεθὲν τῖς συνήθους ἠξιοῦτο φροντίδος. μνήματι δὲ κατὰ νόμους ἀνθρώπων παρεδίδοτο. τὸ δὲ μνῆμα σπήλαιον ἢν νεοπαγές, οπἠλαιον ἄρτι κατὰ πέτρας λελαξευμένον, οὔπω σώματος ἑτέρου πεπειραμένον· ἔδει γὰρ αὐτῷ μόνῳ σχολάζειν τῷ μόνῳ παραδόξῳ νεκρῷ. θαυμαστὴ δὲ ἰδεῖν καὶ ἡ πέτρα ἐν ἡπλωμένῳ χώρῳ μόνη ὄρθιος ἀνεσταμένη καὶ μόνον ἓν ἄντρον εἴσω ἐν αὑτῇ περιέχουσα, ὡς ἂν μὴ πολλῶν γενομένη τοῦ τὸν θάνατον καταγωνισαμένου ἐπισκιάσῃ τὸ θαῦμα. ἔκειτο μὲν δὴ νεκρὸς αὐτόθι, τὸ τοῦ ζῶντος λόγου ὄργανον, λίθος Α 311 113 r δ' ἀπέκλειε παμμεγέθης τὸ σπήλαιον, καὶ πολὺς ἢν ἐν τούτῳ γαυριῶν ὁ θάνατος, ὡς ἂν καὶ τοῦτον μετὰ τῶν ἐξ αἰῶνος ἑλὼν ὑποχείριον, ἀλλ’ οὔπω τριήμερος παρῄει χρόνος καὶ ἡ ζωὴ πάλιν ἑαυτὴν ἔφαινε μετὰ τὸν αὐτάρκη τοῦ θανάτου ἔλεγχον. εἰ γὰρ δὴ θᾶττον ἀνέστη φθάσας, οὐκ ἂν οὐδὲ τεθνεὼς ἐνομίσθη, ἀλλ’ ὅτε γε ἀληθῶς ὕψωτο καὶ ἀληθῶς ἐτεθνήκει ἐν ζρόνῳ θάνατον ἀληθῶς ὑποδέδεκτο. τότε δὴ τότε ὁ τῶν ἁπάντων ζωοποιὸς τοῦ θεοῦ λόγος τὴν πᾶσιν ἀνθρώποις ἀποκειμένην ἐλπίδα διὰ τῆς τοῦ θνητοῦ παλιγγενεσίας ἐπεδείκνυτο. τί οὑν ἐπὶ τούτοις γίνεται; οὐκέτι ἐγώ σοι γενοίμην ἄν τῶν πραγμένων διδάσκαλος. οἱ δὲ τούτων αὐτόπται εἶεν ἂν ἀξιόχρεοι μάρτυρες οἱ δι’ αἵματος καὶ ψυχῆς τῇ θέᾳ, τῶν πεπραγμένων τὴν ἀλήθειαν πιστωσάμενοι καὶ τὴν σύμπασαν οἰκουμένην τῇ τοῦ μαρτυρουμένου δυνάμει τῆς πρὸς αὐτῶν κατηγγελμένης θεοσεβείας καταπλήσαντες. οἵδε γοῦν ἐπόπται γενόμενοι τῶν τότε πεπραγμένων τὴν αὐτοῖς ὀφθαλμοῖς καταληφθεῖσαν παλιγγενεοίαν ταῖς ἑαυτῶν παρέ- δωκαν μαρτυρίαις. οὐκ ἢν γὰρ αὐτοῖς ἄχρι λόγου καὶ φωνῆς ἀκουό- μενα τὰ πραττόμενα, ἀλλ’ ἤδη καὶ ἔργοις ἐθεωρεῖτο καὶ ἐψηλαφᾶτό γε ἀκριβῶς πρὸς τῶν ταῦτα μεμαρτυρηκότων. διὸ δὴ καὶ αὐτοψίᾳ καὶ ἀληθείᾳ τὸ ἐναργὲς κατειληφότες καὶ τῆς κατὰ τοῦ θανάτου νίκης τὰ τρόπαια τεθεαμένοι, εἰκότως ἔμαθον καταφρονεῖν τοῦ θα- νάτου, ταὐτὸ δὲ καὶ τοὺς αὐτῶν φοιτητὰς ἐδίδασκον, τῆς ἀθανάτου ζωῆς παρὰ τοῦ σωτῆρος εἰληφότες τὰ ἐχέγγυα.