Ancient Greek · ~1 min
Fragment 2
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 2
Not analysed yet
τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων ὡς οὗτος ὁ παρ’ ἡμῖν θεολογούμενος προφητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνων ἐγνώσθη τε καὶ προεκηρύχθη φωναῖς παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν οἳ καὶ τὸν τόπον τῆς θεοφανείας αὐτοῦ καὶ χρόνους τῆς ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς ἐγκατέθεντο.