Ancient Greek · ~6 min
Fragment 9
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 9
Not analysed yet
ἅπαξ οὖν ἀποφηναμένου δεῖν κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ἐπὶ πάντα τὰ ἔθνη, εἰ μὴ τοὖργον ἐπηκολούθηκε τῷ λόγῳ, μηδὲ τὰ τῆς ἐκ νεκρῶν ἀναβιώσεως αὐτοῦ πιστευέσθω, εἰ δὲ εἰσέτι καὶ νῦν τὰ τῆς προρρήσεως εἰς ἔργον χωρεῖ ὅ τε λόγος αὐτοῦ ζῶν καὶ ἐνεργῶν καθ’ ὄλης τῆς οἰκουμένης ὀφθαλμοῖς ὁρᾶται, ὥρα μηδὲ τῷ τὸν λόγον προεμένῳ ἀπιστεῖν. οὗ γὰρ ἡ δύναμις ζῶσα καὶ ἐνεργὴς ὁρᾶται, τοῦτον ἀνάγκη πᾶσα πολὺ πρότερον ὁμολογεῖν ζῆν καὶ θεοῦ ζωὴν τοῦτον ἐκτελεῖν, οὗ ζῶντα τὰ ἔργα σύμφωνα ταῖς φωναῖς ἀποδείκνυται. πᾶσαν γοῦν ἀκοὴν παντοίων ἐθνῶν οἱ αὐτοῦ λόγοι διῆλθον, μεταβαλλόμενοι καὶ μεθερμηνευόμενοι εἰς παντοίαν γλώτταν Ἑλληνικήν τε καὶ βάρβαρον, ὡς ἐξάκουστον αὐτοῦ τὴν διδασκαλίαν μυρία πλήθη τῶν πρότερον ἐν πολυθέῳ πλάνῃ καὶ εἰδωλολατρείᾳ πλημμελῶς καὶ ἀσεμνως βιούντων. οὑ πρότερον δὲ ἄφεσιν εἶτα μετάνοιαν, ἀλλὰ μετάνοιαν πρῶτον εἶτα τὴν ἄφεσιν κηρύττειν παρακελεύεται. τοῖς γὰρ γνησίαν πρότερον κακῶν μετάνοιαν ἐνδειξαμένοις ἡ σωτήριος χάρις τὴν συγχώρησιν τῶν πεπραγμένων ἐδωρήσατο, δι’ οὓς καὶ τὸν θάντον ἀνεδέξατο, λύρον ἑαυτὸν ἐπιδοὺς καὶ ἀντίψυχον τῶν μελλόντων δι’ αὐτοῦ σωθήσεσθαι. οὕτω δῆτα οἱ αὐτοῦ μαθηταί, ἄνδρες ἄπειροι λόγων ὄντες καὶ πάμπαν ἰδιῶται πένητές τε καὶ εὐτελεῖς τὸ σχῆμα, τῇ δυνάμει τοῦ μετὰ θάνατον θεωρουμένου καὶ ἐμφανῶς αὐτοῖς συναυλιζομένου ἐπιθαρσήσαντες ἀπὸ τῆς Ἱερουσαλὴμ πόλεως ἀρξάμενοι κατὰ τὰς αὐτοῦ παρακελεύσεις ἐπὶ πάντα προῆλθον τὰ ἔθνη καὶ τὰ προστεταγμένα ἐποίουν, κηρύττοντες μετάνιαν τοῖς πᾶσι καὶ λύσιν τῶν πρότερον τῶς ψυχῆς ἀμπλακημάτων . . . . .