Ancient Greek · ~1 min
ΑΓΓΑΙΟΣ, Ιʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΑΓΓΑΙΟΣ, Ιʹ
Not analysed yet
Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ ἐν τῇ Ἱερουσαλὴμ, ἐπὶ Δαρείου βασιλέως Περσῶν, δευτέρου ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ γέγονεν. Λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ, καὶ τῷ λαῷ περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ· προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν σκιῶν, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν.