Ancient Greek · ~1 min
ΑΜΒΑΧΟΥΜ, Ηʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΑΜΒΑΧΟΥΜ, Ηʹ
Not analysed yet
Λῆμμα καὶ αὐτὸς εἶδεν· προφητεύει δεόμενος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. Προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξὺ προσευχή ἐστι τοῦ προφήτου μετ' ᾠδῆς. Καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ θανάτου νίκης.