Ancient Greek
ἸΕΣΕΚΙΗΛ ΥΙΟΣ ΒΟΥΖΙ ΙΕΡΕΩΣ.
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) Διὰ τί καλεῖται;
Not analysed yet
Ἐπειδὴ καὶ αὐτὸς ἐν τῇ αἰχμαλωσίᾳ γεγονὼς, ἕως τοῦ βασιλέως Κύρου τοῦ Πέρσου, τὰ μὲν κατὰ Σουσάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει· βλέπει δὲ καὶ ὁράσεις τελείας· περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς Ἀντιχρίστου παρουσίας δύο. Διηγεῖται δὲ περὶ μαρτυρίου Σεδρὰχ, Μησὰχ, Ἀβδεναγὼ, καὶ τῶν ὕμνων αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω βασιλεύς· καὶ ὅτι αὐτὸς διεβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ, μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον διότι τὸν Βὴλ κατέστρεψε· καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη. Καὶ αὐτὸς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς λάκκον, καὶ εὐθὺς κατεβρώθησαν ὑπ' αὐτῶν.