Ancient Greek · ~4 min
ἸΕΣΕΚΙΗΛ ΥΙΟΣ ΒΟΥΖΙ ΙΕΡΕΩΣ.
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) 1-2
Not analysed yet
Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν· καὶ ὅρασιν μὲν ἐξαρχῆς ζώου τετραπροσώπου θαυμαστὴν καὶ ἐκπληκτικωτάτην καὶ δυσερμήνευτον ὁρᾷ. Προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας, καὶ τὰς ἁμαρτίας αὐτῆς· περί τε τῆς παραβολῆς, ἧς ἔλεγον, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐμωδίασαν. Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς. Καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ, καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ· τῷ τε ἄρχοντι Τύρου καὶ θρῆνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων προφητεύει.