Ancient Greek · ~5 min
Ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς τοῦ βιβλίου τῶν προφητῶν ὀνομασίας καὶ ἀπὸ μέρους τί περιέχει ἕκαστος.
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) Ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς τοῦ βιβλίου τῶν προφητῶν ὀνομασίας καὶ ἀπὸ μέρους τί περιέχει ἕκαστος.
Not analysed yet
Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν τοῦ Δαυῒδ, Σαμουὴλ καὶ Νάθαν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιὰ καὶ Ἀσὰ, Ἀχίας ὁ Σελωνίτης, καὶ Σαμαΐας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνανεί· ἐπὶ δὲ τοῦ Ἰωσαφὰθ καὶ τοῦ Ἀχαὰβ, Ἡλίας καὶ Ἐλισαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας, καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοὺ ὁ τοῦ Ἀμεὶ, [nota in margine, Ἀνανὶ] καὶ Ὀζιὴλ, καὶ Ἐλιαδά· ἀλλ' οὐ φέρεται τούτων ἴδια συγγράμματα· εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν οὗτοι· Ὠσηὲ καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τῶν τε Ἰούδα Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰς, καὶ Ἐζηκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰώας βασιλέως Ἰσραὴλ ἐπροφήτευσαν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν καὶ προφητεύει οὗτος ἐπὶ τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας· καὶ ἐλέγξας, καὶ συγκλείσας αὐτοὺς εἰς ἀπειθίαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι' ὧν ἔλαβε πόρνην γυναῖκα, ἣν καὶ λαβὼν ἐσωφρόνησεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.