Ancient Greek · ~3 min
ΑΜΩΣ, Γʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΑΜΩΣ, Γʹ
Not analysed yet
Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ, καὶ τῷ Ἡσαΐᾳ, ἐπὶ Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ, καὶ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν, Δαμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαμαᾶν [nota in margine, ἴς. Θαιμὰν], υἱῶν Ἀμμὼν, καὶ Μωάβ· καὶ οὕτως ἐλέγχει, καὶ συγκλείει πάντας εἰς ἀπειθίαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ διαβαλόντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ ὡς λέγοντα κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.