Ancient Greek · ~11 min
Fragment 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio evangelica (fragmenta libri xv) 1
Not analysed yet
Ἡγοῦμαι ταῦτα μηδὲν διαφέρειν τῆς τοῦ προφήτου θεωρίας. ὡς γὰρ ὁ προφήτης «θάλασσαν» ἑώρα «μεγάλην», οὕτως ὁ βασιλεὺς «εἰκόνα πολλήν». καὶ πάλιν ὡς ὁ προφήτης ἑώρα «τέσσαρα θηρία», ἅπερ ἑρμηνεύων μετέβαλεν εἰς τέσσαρας βασιλείας, οὕτως ὁ βασιλεὺς [τὰς] διὰ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου τέσσαρας βασιλείας ᾐνίττετο. καὶ αὖθις ὡς ὁ προφήτης τῶν τοῦ ὑστάτου θηρίου κεράτων δέκα διαίρεσιν ἑώρα, καὶ τρία κέρατα ὑφ' ἑνὸς συντριβόμενα, καὶ ὁ βασιλεὺς ὡσαύτως ἐπὶ τῶν τελευταίων τῆς εἰκόνος «μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον» ἐθεώρει. καὶ ἐπὶ τούτοις ὡς ὁ προφήτης μετὰ τὴν τῶν τεσσάρων βασιλειῶν ὅρασιν ἑώρα υἱὸν ἀνθρώπου τὴν κατὰ πάντων «ἀρχὴν» καὶ «ἐξουσίαν» καὶ «βασιλείαν» παρειληφότα, οὕτως καὶ ὁ βασιλεὺς λίθον συντρίβοντα τὴν εἰκόνα πᾶσαν καὶ γινόμενον εἰς «ὄρος μέγα» καὶ πληροῦντα πᾶσαν τὴν γῆν. ἄμφω δὲ ταῦτα θεωροῦσι περὶ τῆς κατὰ τὸν ἀνθρώπινον βίον συστάσεως. τὸν μὲν σύμπαντα βίον αἰνιγματωδῶς ὁ μὲν βασιλεὺς οἷα εἰκόνα ὁ δὲ προφήτης οἷα θάλασσαν ἐδόκουν ὁρᾶν, καὶ εἰκότως· ἔπρεπε γὰρ τῷ μὲν ἠπατημένῳ περὶ τὴν τοῦ βίου φαντασίαν βασιλεῖ καὶ τὴν τῶν αἰσθητῶν οἷα χρωμάτων ὡραιότητα ἐπὶ γραφῆς ἀνακειμένην θαυμάζοντι εἰκόνι μεγάλῃ τῶν πάντων ἀνθρώπων ἀπεικάζειν τὸν βίον, τὸν δὲ προφήτην τὸν πολὺν καὶ μέγαν σάλον τοῦ βίου μεγάλῃ θαλάσσῃ παραβάλλειν, καὶ τῷ μὲν βασιλεῖ τὰς παρὰ ἀνθρώποις πολυτελεῖς νενομισμένας ὕλας χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου θαυμάζοντι τὰς κατὰ χρόνους ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐπικρατεῖς βασιλείας ταύταις ἀφομοιοῦν ταῖς ὕλαις, τῷ δὲ προφήτῃ ἐν μορφαῖς θηρίων τὰς αὐτὰς βασιλείας καταλλήλως τῷ τῆς ἀρχῆς τρόπῳ διαγράφεσθαι. καὶ πάλιν τῷ μὲν βασιλεῖ μέγα ὡς εἰκὸς ἐφ' ἑαυτῷ φρονοῦντι καὶ ἀλαζονευομένῳ ἐπὶ τῇ τῶν προγόνων βασιλείᾳ ἡ τῶν πραγμάτων μεταβολὴ δείκνυται καὶ τῶν ἐπὶ γῆς βασιλειῶν τὸ τέλος, εἰς καθαίρεσιν τοῦ ἐν αὐτῷ τύφου καὶ εἰς τὸ μηδὲν ἡγεῖσθαι βέβαιον τῶν ἐν ἀνθρώποις ἢ μόνον τὸ ἐπὶ πάντων τέλος τῆς τοῦ θεοῦ βασιλείας· ἔσεσθαι γὰρ μετὰ τὴν πρώτην Ἀσσυρίων ἀρχήν, ἣν ὁ χρυσὸς ᾐνίξατο, δευτέραν τὴν τῶν Περσῶν τὴν διὰ τοῦ ἀργύρου δεδηλωμένην· ἔπειτα τρίτην τὴν Μακεδόνων ἣν ὁ χαλκὸς ἐσήμανε· μεθ' ἣν τετάρτην διαδέξεσθαι τὴν Ῥωμαίων, κραταιοτέραν οὖσαν τῶν πρὸ αὐτῆς, δι' ὃ καὶ σιδήρῳ παρεβάλλετο (εἴρητο γοῦν περὶ αὐτῆς· «καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει»)· καὶ μετὰ τὰς εἰρημένας ἁπάσας τὴν τοῦ θεοῦ βασιλείαν διὰ τοῦ συντρίβοντος τὴν πᾶσαν εἰκόνα λίθου παρισταμένην. καὶ ὁ προφήτης δὲ τούτοις ἀκολούθως τὴν ἐπὶ τέλει τοῦ τῶν ὅλων θεοῦ βασιλείαν οὐ πρότερον θεωρεῖ, ἢ τὰς εἰρημένας τέσσαρας δυναστείας διαγράψαι τῷ λόγῳ διὰ τῶν τεσσάρων θηρίων. τούτων δὲ τῶν τεσσάρων βασιλειῶν μόνων καὶ οὐδὲ ἑτέρων ἡγοῦμαι τὰς ὁράσεις καὶ τῷ βασιλεῖ καὶ τῷ προφήτῃ δεδεῖχθαι διὰ τὸ ταύταις καταδουλωθῆναι τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν τοῦ προφήτου χρόνων.