Ancient Greek · ~4 min
Fragment 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio evangelica (fragmenta libri xv) 3
Not analysed yet
Σαφῶς ἡγοῦμαι δηλοῦσθαι τὴν καθόλου κρίσιν, ὅτε πάντες οἱ ἐξ αἰῶνος ἄνθρωποι παραστήσονται «τῷ βήματι τοῦ Χριστοῦ». μετὰ δὲ τὴν τῶν τετελευτηκότων ἀναβίωσιν καὶ μετὰ τὴν κατὰ πάντων κρίσιν ὁ ἑωραμένος τῷ Δανιὴλ «υἱὸς ἀνθρώπου» ἐπιστήσεται ἐπὶ «νεφελῶν», τὴν κατὰ πάντων τῶν λαῶν καὶ φυλῶν ὑπὸ τοῦ πατρὸς ἐξουσίαν τε καὶ βασιλείαν ἀγήρω καὶ ἀτελεύτητον παραληψόμενος, ὡς καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ διδάσκει λέγων· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη», καὶ τὰ ἑξῆς. συνᾴδει γοῦν ταῦτα ταῖς ἐν χερσὶν μαρτυρίαις τῆς τοῦ Δανιὴλ προφητείας, καθ' ἣν λέλεκται· «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ προσηνέχθη αὐτῷ καὶ ἐδόθη αὐτῷ καὶ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία», καὶ τὰ ἑξῆς.