Ancient Greek · ~1 min
Fragment 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio evangelica (fragmenta libri xv) 6
Not analysed yet
Παραγινομένου λοιπὸν ἀπ' οὐρανοῦ κριτοῦ τῶν κριτῶν καὶ «τοῦ βασιλέως τῶν βασιλέων», ὃς μεταστήσει πᾶσαν τὴν τοῦ ἀντικειμένου ἀρχὴν καὶ δύναμιν καὶ καταφλέξει πάντας, αἰωνίῳ πυρὶ κολάζων, τοῖς δὲ δούλοις αὐτοῦ καὶ τοῖς προφήταις καὶ μάρτυσι καὶ πᾶσι τοῖς φοβουμένοις αὐτὸν δώσει τὸ αἰώνιον βασίλειον, τοῦτ' ἔστιν, ἀτελεύτητον ἕξουσι τῶν ἀγαθῶν ἀπόλαυσιν.