Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1-4
Not analysed yet
Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα· καθ’ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱὸν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοερὰν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γεννητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγεννήτου φύσεως νοερὰν εἰκόνα·) ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος, καθ’ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικὸν, καθ’ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην θεοφιλέσιν,