Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.10
Not analysed yet
οἶ γοῦν τὰ μακροῖς αἰῶσιν ὕστερον εἰς φῶς ἐλ- θοντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ άνθρω- πίνῳ, θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι, πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι; εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρ- τυρίαις ἀκολούθως· ἔπειτα τοῦτ’ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι, μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι.