Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.11
Not analysed yet
ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ’ αὐτὸς παρελθὼν, σὺν θεῷ βοηθῷ, κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ’ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι. σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων, ἄπαγε, πολλοῦ γε καὶ δεῖ, πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐγνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ’ ἐκείνων διὰ τῆς τῶν παρ’ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως.