Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.15
Not analysed yet
Ἅλις μὲν δὴ προοιμίων · ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ’ ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι’ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα,. πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφὰς αὐτοὺς θρεμμάτων ἀλόγων δίκην μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ’ ἡμῶν λεγομένοις, παρ’ ὃ καὶ πιστοὺς χρηματί- ζεῖν τῆς ἀλόγου χάριν πίστεως, εἰκότως διελὼν τὰς καθ’ ἡμῶν διαβολὰς ἐν τῇ Προπαρασκευῇ τοῦ παν- τὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ’ Ἑβραίοις ἀσπασάμενοι λόγια ’