Ancient Greek
1.13 to 1.14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.13-14
Not analysed yet
καὶ πρὸς οὑν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπελέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας. τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τανῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τούτων ἐξετάζειν καταλιπὼν, οἱ οἶοί τ’ ἂν εἶεν εἰπεῖν τὸν τρόπον, διδασκάλῳ δὲ χρώμενος παραγγέλματι θείῳ φάσκοντι “κεφαλαίωσον ἐν ὀλίυοις πολλά” τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος.