Ancient Greek
1.18 to 1.19
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.18-19
Not analysed yet
πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φρά- ξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ’ ἦν πρὸς τοὺς ἐκ περιτομῆς ^οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀποδείξεως ἀναπληρωθησόμενον. φέρε οὖν τὸν ἁπάντων Ἰουδαίων τε καὶ Ελλήνων θεὸν δι’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ’ ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων ἐπιθήσομεν τὰς λύσεις.