Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.1
Not analysed yet
Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ ρασκευῇ ὡς ὁ Χριστιανισμὸς οὔτε Ἑλληνισμός τίς ἐστιν οὔτε Ἰουδαἰ· σμὸς ^οἰκεῖον δέ τινα φέρων χαρα- κτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ’ εὖ μάλα παλαίτατον καὶ τοῖς πρὸ τῶν Μωυσέως χρόνων θεοφιλέσιν ἐπ’ εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ’ ἐστὶν ὅ τε Ἑλληνισμὸς καὶ Ἰουδαϊσμὸς σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωυσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωυδέως θεοφιλεῖς καὶ ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.