Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.2-3
Not analysed yet
καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο τῶν παρ’ αὐτῷ μακαρισμῶν, προτάττων “μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.” ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι’ ὧν ἔφασκεν “δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”