Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.3-3
Not analysed yet
καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀναβλέπουσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν. τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματείας ἡ παρατεθεῖσα προφητεία παρίστησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, ἢ τῶν εὐαγγελιζομένων εἰρήνην.”