Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.2-5
Not analysed yet
βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν ’τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιο- συνῆς ἀναστρέφομαι ^ἔνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγα- θῶν ’ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶ- νος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποι- ῆσαι καὶ πρὸ τοῦ τἀς ἀβύσσους ποιήσαι.