Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.3-5
Not analysed yet
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἐδρα- σθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν ’ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπα- ρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέ- ’ναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ ’ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα ’ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ots ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.”