Ancient Greek · ~3 min
1.3 to 1.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.3-5
Not analysed yet
πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπου- δὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφη- τικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παραδό- ξουςθαυματουργίας, καὶ τὰ ἐνθέους αὐτοῦ καὶ παν- αρἐτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας. καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσε- βείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγ- κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι, κλῆσίν τε μαθη- τῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν. ναὶ so μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας ἀρχόντων τε ἐπαναστάσεις, διδασκά- διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν δια- βολὰς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν 5 ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν.