Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.6
Not analysed yet
ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς δι’ ὧν προειλήφασι τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἕνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δεντέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.