Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.4
Not analysed yet
Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἶ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πάσαν περιδραμούμενοι οἰκουμένην, καὶ πάντα τόπον πληρώσαντες τῆς περὶ τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας ; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ ‘‘κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”