Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.4-3
Not analysed yet
Η πρὸ τῶν γεννητῶν θεία καὶ πανάρετος οὐ- σία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγεννήτου φύσεως εἰκὼν, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱὸς πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρή- σεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόν- τος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται, λόγον θεοῦ αὐτὸν καὶ φῶς, καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πάσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν προσαγορεύειν μεμαθήκαμεν