Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.7-4
Not analysed yet
ὅθεν τὸν θεῖον ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως κατὰ τὸ ‟κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.’ νοοῖτο δ’ ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνων.