Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.8-3
Not analysed yet
τοῦτο δ’ οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι’ ὧν φησι ‟πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγο- ρεύομεν τὸν αὐτὸν ὄντα τῇ δηλουμένη σοφίᾳ. ὅπως δὲ γέννημα θεοῦ αὐτὸν εἶναι φαμὲν ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν, ἢ διαίρεσιν, ἢ μείωσιν, ἢ τομὴν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν.