Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.8
Not analysed yet
οὐκ ἦν δ’ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς βολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγὴν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγὴν, φωτός τε καὶ εὐσεβείας ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι’ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ’ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτὴν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.