Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.7
Not analysed yet
ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαικακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιροὺς παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἶ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ’ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, κισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ’ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ’ αὐτοῖς ἡ τῶν κακῶν παῦλα οὐδέ τις ἀνάπνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασὶ, δῆλα, εἰσέτι νῦν τὴν τῶν λόγων ὄψιν αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.