Ancient Greek
1.9 to 1.10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.9-2-10
Not analysed yet
οὐδὲ γὰρ θέμις τῶν ἐν γεννητοῖς τισι τὴν ἄρρητον καὶ ἀκατωνόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ’ ἡμῖν τῶν ζῴων γενέσεις οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστὴν ἐκ τοῦ κατρὸς προεληλυθέναι τὸν υἱὸν φάναι ὅσιον. ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαιρούμενον, οὐκ ἐκτεινόμενον, οὐ μειούμενον, οὐ συστελλόμενον, οὐ μείζον’, οὐ χεῖρον, οὐ κρεῖττον αὑτοῦ γινόμενον, οὐκ ἔχον ὲν ἑαυτῷ ἕτερον τι αὐτοῦ, ἔνα καὶ πρόηται τοῦτο.