Ancient Greek · ~2 min
10.12 to 10.13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.12-13
Not analysed yet
ἑνὶ δ’ οὖν λόγῳ πάλιν ὁ Μωςῆς φησι τὸν θεὸν εἰπεῖν “βλαστηςάτω ἡ γὴ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον. ”καὶ αὖθις παραπληςίως “ἐξαγαγίτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. ”ὥστε ὁμοιογενῆ καὶ ὁμοφυῆ καὶ ὅμοούσια εἶναι ἡγεῖσθαι τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς τὰ ἄλογα, διὸ καὶ μηδαμῶς πλημμελεῖν τοὺς ζῳοθυτοῦντας. εἴρηται γοῦν καὶ τῷ Νῶε ἔδεσθαι κρέα ὡς λάχανα ἀγροῦ.