Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.11
Not analysed yet
Καὶ οὕτως ἐφ’ ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. δι’ ὧν ὁ λόγος παρίστησιν ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα · ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας οὐδαμῶς λογικῆς καὶ νοερᾶς οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτόν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς παραπληςίαν.