Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.14-2
Not analysed yet
καὶ τούσδε μὲν καὶ δι’ ὧν ἒπραττε καὶ ἐδίδασκεν ἰσχυρῶς ῂκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καῖ ἐθεράπευε, νόσων τε παντοίων καὶ παθῶν οὑχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης τῆς τε αἰσχρᾶς θέρους ἀφεὶς, μεθιστπῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας, ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἒνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τοὐτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς καθ’ ὃλης τῆς οἰκουμένης ἒθνεσι προϊσχόμενος, καὶ εἰς τοσοῦτόν γε κάτεισιν ὡς μὴ μύνον κάμνουσι καῖ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἢδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας, ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦυ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν·