Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.13
Not analysed yet
τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανε· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους, καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὡς τινὰς συναισθομένους αὐτῶν λέγειν‘‘ ἔα, τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;”