Ancient Greek · ~1 min
10.2 to 10.3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.2-2-3
Not analysed yet
ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσι μίγνυσθαι, ἀγχόνῃ τε περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκρούς. τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;