Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.4
Not analysed yet
καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρε- σκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦ τ’ ἐν τούτοις τυράννου καθ’ ὅλης τῆς οἰκουμένης προβεβλητένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτὴρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μώσεως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.