Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.23
Not analysed yet
μόνος δ’ οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ, προκόσμιος καὶ ἀρχιερεὺς πάσης νοερὰς καὶ λογικῆς κτίσεως, ’τον ἡμῖν ὁμοιοπαθῆ, οἶα πρόβατον καὶ ἀμνὸν, ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μώσεως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μώσεως ἀνειπόντος “ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ”τοῦτο πέπονθεν αὐτὸς δι’ ἡμᾶς γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι’ ἡμὰς ποιήσας.